Published using Google Docs
Dafne
Updated automatically every 5 minutes

ΑΠΟΛΛΩΝ ΚΑΙ ΔΑΦΝΗ

ὁ Ἀπόλλων θεός ἐστι· ὁ κάλλιστος θεὸς ἐν τῷ Ὀλύμπῳ ἐστι. οὗτος τὸ τέκνον τοῦ Διός ἐστι καὶ τὴν ἀδελφὴν ἔχει, ὀνόματι Ἄρτεμις. ὁ  Ἀπόλλων τοξευτής ἐστι· τὰ βέλη αὐτοῦ δεινά ἐστι ὅτι τὰ κακὰ τοῖς ἀνθρώποις καὶ τοῖς ζώοις φέρει.

ὁ Ἔρως θεός ἐστι· ἡ μήτηρ αὐτοῦ ἡ Ἀφροδίτη ἐστι καὶ ὁ πατὴρ ὁ Ἄρης ἐστι. ὁ Ἔρως καὶ τοξευτής ἐστι· τὰ βέλη αὐτοῦ οὐ τὰ κακὰ ἀλλὰ τὸν ἔρωτα καὶ τὴν φιλίαν φέρει.

ἡ Δάφνη καλὴ κόρη ἐστι· ὁ πατὴρ αὐτῆς ὁ ποταμὸς ὁ Πηνειός ἐστιν· ἡ μήτηρ ἡ Γῆ ἐστιν· ἡ Δάφνη ἐν τῇ Θεσσαλίᾳ οἰκεῖ· αὕτη τὰ δένδρα καὶ τὰ ἄγρια ζῷα φιλεῖ καὶ ἐν τῇ ὑλῇ οικεῖ. ἡ Δάφνη νύμφη τῆς Ἀρτέμιδός ἐστι καὶ τοὺς ἄνδρας οὐ φιλεῖ.

ὁ  Ἀπόλλων καὶ ὁ Ἔρως ἐν τῷ Ὀλύμπῳ μένουσι. ὁ  Ἀπόλλων βλέπει τὰ βέλη τὰ τοῦ Ἔρωτος καὶ λέγει· «τὰ μὲν βέλη σου μικρά ἐστι, τὰ δὲ βέλη μου μεγαλά ἐστι». καὶ γελᾷ περὶ τῶν βέλων τοῦ Ἔρωτος· ὁ Ἔρως οὐ γελᾷ ἀλλὰ ὀργίζει, μάλιστα ὀργίζει ὁ Ἔρως καὶ βέλος τις εἰς τὸν Ἀπόλλωνα βάλλει.

ὁ  Ἀπόλλων ἀπὸ τοῦ Ὀλύμπου τῆν ὕλην βλέπει· οὗτος ἐν τῇ ὕλῃ  τρέχειν καὶ κυνηγεῖν ἐθέλει· ὁ θεὸς εἰς τὴν ὕλην καταβαίνει· τὰ βέλη καὶ τὸ τόξον παρασκευάζει· ἐν τῇ ὕλῃ οὐ ζῷα ἀλλὰ τὴν Δάφνην βλέπει καὶ θαυμάζει· ὁ ἔρως ἐν τῇ καρδίᾳ αὐτοῦ ἐστι· ὁ θεὸς τὴν νύμφην φιλεῖ.

ἀλλὰ ἡ Δάφνη τὸν Ἀπόλλωνα οὐ φιλεῖ· αὕτη φόβον ἔχει καὶ τρέχει· ἡ Δάφνη πρὸς τὸν πόταμον τρέχει ἀλλὰ ὁ θεὸς τάχεως τρέχει· ἡ Δάφνη μέγαν φόβον ἔχει καὶ μέγα βοᾷ· ἡ μήτηρ ἀκούει καὶ αὐτὴν βοηθεῖ· ἡ Δάφνη εἰς δένδρον μεταμορφοῖ.

ὁ Ἀπόλλων δυστυχὴς ἐστι καὶ κλαίει· οὗτος τὴν Δάφνην οὐκ εὑρίσκει ὅτι ἡ νύμφη δένδρον ἐστι· ἀπὸ τῶν φύλλων ὁ θεὸς τὸν στέφανον ποιεῖ· τὸ ὄνομα τῷ δένδρῳ «δάφνη» ἐστι.

arco-y-flechas-de-legolas-nino.jpg

τὸ τόξον καὶ τὰ βέλη

imagen1.jpg

γελᾷ              κλαίει 

corona-de-laurel-4.jpg

ὁ στέφανος

hoja_ovalada_min.gif

τὸ φύλλον