H ΠΕΡΣΕΦΟΝΗ

ὁ Ζεὺς ἔχει ἀδελφούς τε καὶ ἀδελφάς. ὁ Ἅιδης καὶ ὁ Ποσειδῶν ἀδελφοὶ τοῦ Διός εἶσι. ἡ Ἧρα, ἡ Δημήτηρ καὶ ἡ Ἑστία αἱ ἀδελφαὶ τοῦ Διὸς εἶσιν. ἐν τῷ Ὀλύμπῳ οἱ θεοὶ οἰκοῦσιν ἀλλὰ οὐ πάντες· ὁ Ἅιδης ἐν τῷ Ὀλύμπῳ οὐκ οἰκεῖ  ἀλλὰ κάτω οἰκεῖ, ἐν Ἅιδου οἰκεῖ. ὁ Ἇιδης θεὸς τοῦ θανάτου καὶ τοῦ κάτω κόσμου ἐστι.

ἡ Περσεφόνη καλὴ κόρη ἐστι. ἡ μήτηρ αὐτῆς ἡ Δημήτηρ ἐστι, ἥ θεὰ τοῦ ἀγροῦ καὶ τῆς γεωργίας ἐστι. ὁ πατὴρ τῆς Περσεφόνης ὁ Ζεὺς ἐστι, ὅς μέγιστος θεὸς ἐν τῷ Ὀλύμπῳ ἐστι· ἡ μὲν Περσεφόνη, ἀθάνατος κόρη, τέκνον τῶν θεῶν ἐστι, ἄνθρωπος δὲ οὐκ ἔστι.25008286-flor-recogiendo-mano-de-dibujos-animados.jpg

ἡ Περσέφονη σὺν φιλαῖς ἐν τῷ ἀγρῷ παίζει· αὐταὶ ἄνθη λαμβάνουσι· ἡ κόρη μάκαιρα ἐστι.

ὁ Ἇιδης τὴν Περσεφόνην καὶ τὰς φίλας βλέπει· τὴν κόρην φιλεῖ καὶ αὐτὴν ἁρπάζει·ὁ θεὸς ἐκ τῆς γῆς ἐκβαίνει καὶ τὴν κόρην εὶς Ἅιδην φέρει· ἀλλὰ ἡ μήτηρ τοῦτο ἀγνοεῖ.

ἡ Δημήτηρ τὴν κόρην ζητεῖ· περὶ τῶν ἀγρῶν βαίνει, ἐπὶ τῶν λόφων βαίνει, ἐγγὺς τῆς θαλάσσης βαίνει,  ἀλλὰ αὐτὴν οὐκ εὑρίσκει· ἡ θεὰ μάλα δυστυχής ἐστι καὶ ἡ γῆ καρποὺς οὐ παρέχει· σιτία οὐκ ἐστι, οἱ θεοὶ καὶ οἱ ἄνθρωποι ὀργίζουσιν.

ὁ Ἥλιος πάντα βλέπει καὶ λέγει ποῦ ἡ κόρη ἐστι. ὁ Ζεὺς κελεύει· «τὴν Περσεφόνην ἐπὶ τῆς γῆς ἕξ μῆνας μένει καὶ ἐν Ἅιδι ἕξ μῆνας».

Persefone.jpg

ἐπεὶ ἐπὶ τῆς γῆς ἡ κόρη μένει, ἡ Δημήτηρ μάκαιρα ἔστι, ἡ γῆ καρποὺς παρέχει καὶ τὸ ἔαρ ἤ τὸ θέρος ἐστίν· εἰ κάτω τοῦ κόσμου ἡ κόρη μένει, ἡ ὀπώρα ἤ ὁ χειμῶν ἐστίν.