Η ΑΚΡΟΠΟΛΙΣ ΤΩΝ ΑΘΗΝΩΝ

περὶ τῶν Ἀθηνῶν λέγεται ὁ μῦθος· δύο θεοὶ ἐν ταῖς Ἀθηναῖς βασιλευεῖν ἤθελον, ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ, ἔρις μεγάλη ἦν καὶ ὑπὲρ τῆς γῆς οἱ θεοὶ ἐπολέμουν. ἧκεν οὖν πρῶτος Ποσειδῶν ἐπὶ τὴν Ἀττικήν· ἔτυψε τῇ τριαίνῃ κατὰ μέσην τὴν ἀκρόπολιν καὶ ἀπέφηνε τὴν θάλασσαν. μετὰ δὲ τοῦτο ἧκεν ἡ Ἀθηνᾶ, καὶ ἐφύτευσε τὴν ἐλαίαν. οἱ ἄνθρωποι ἐν τῇ χώρᾳ ἔκρινον καὶ ἡ Ἀθηνᾶ ἐνίκησε. ἐκ τούτου ἀφ᾽ ἑαυτῆς τὴν πόλιν ἐκάλεσε τὰς Ἀθήνας.

tema_48_2_clip_image002.jpg

ἐν δὲ ταῖς Ἀθήναις ἡ ἀκρόπολις πέτρα ἐστιν ἐν μέσῃ τῇ πόλει καὶ ἐπὶ τῆς ἀκροπόλεως ναοί εἰσι πολλοὶ, τῆς τ ́ Ἀθήνης καὶ τῶν ἄλλων θεῶν. εἰς δὲ τὴν Ἀκρόπολίν ἐστιν εἴσοδος μία. τὰ δὲ Προπύλαια λίθου λευκοῦ τὴν ὀροφὴν ἔχει. ἐν δὲ δεξιᾷ τῶν Προπυλαίων ἐστὶν ὁ ναὸς τῆς Νίκης Ἀπτέρου. ἐντεῦθεν πᾶσαν τὴν θάλασσαν ὁρᾶν δύναται (ἡ θάλασσά ἐστι σύνοπτος), καὶ ταύτῃ Αἰγεὺς ἐαυτόν ἔρριψε, ὡς λέγουσιν, καὶ ἐτελεύτησεν. ἔστι δὲ ἐν ἀριστερᾷ τῶν προπυλαίων οἴκημα, ὃ ἔχει γραφάς. ἔστι δ ́ ἔμπροσθεν ναὸς τῆς Ἀθήνης μέγιστος καὶ κάλλιστος· τὸ ὄνομα αὐτῷ Παρθενῶν ἐστιν. partenos-bea.gif

ἔστι ἐν τῷ Παρθενώνι τὸ ἄγαλμα τῆς Ἀθηνᾶς, ὅ λέγουσι Φειδίαν ποιῆσαι. τὸ ἄγαλμα ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ ἐστι. ἐν μέσῳ ἐπὶ τῷ κράνει ἐστιν ὁ τῆς Σφιγγὸς εἰκών, καθ᾽ ἑκάτερον δὲ τοῦ κράνους γρῦπές εἰσιν (οἱ γρῦπες θηρία εἰσι, πτερὰ δὲ ἔχουσι καὶ στόμα ἀετοῦ).

τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί κατὰ τὸ στέρνον ἡ κεφαλὴ Μεδούσης ἐλέφαντός ἐστιν· ἐπὶ δὲ τῇ χειρί ἔχει τὴν Νίκην ὅσον τεσσάρων πηχῶν. ἐν δὲ τῇ χειρί δόρυ ἔχει, καί πρὸς τοῖς ποσὶν ἀσπίς κεῖται καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν· ἐστιν Ἐριχθόνιος οὗτος ὁ δράκων. ἔστι δὲ ἐπὶ τῷ βάθρῳ τοῦ ἀγάλματος ἡ Πανδώρας γένεσις. ἡ Πανδώρα ἐστι ἡ γυνὴ ἡ πρώτη.

περιέχει δὲ τὴν ἀκρόπολιν τὰ τείχη, ἇ μετὰ τὰ Μηδικὰ οἱ Ἀθηναιοι ἐποίησαν. ταῦτα δὲ τὰ τείχη ἔχει ὕψος πήχεις μάλιστα τριάκοντα.