Προμηθεὺς τοὺς ἀνθρώπους ἐποίει καὶ δύο σάκκους ἐξ αὐτῶν παρείχε, τὸν μὲν τῶν ἀλλοτρίων κακῶν σάκκον, τὸν δὲ σάκκον τῶν ἰδίων κακῶν.

καὶ ὁ μὲν σάκκος τῶν ἀλλοτρίων κακῶν ἔμπροσθεν ἐστι, ὁ δὲ σάκκος τῶν ἰδίων ὄπισθεν μένει.

διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἀλλότρια κακὰ σκοποῦσιν, τὰ δὲ ἴδια οὐ βλέπουσιν.

ὁ μῦθος ἐστι πρὸς τὸν ἄνδρα ὅς πολλὰ ποιεῖ καὶ τὰ ἑαυτοῦ πράγματα οὐκ ὁρᾷ ἀλλὰ τὰ πράγματα τῶν ἀλλῶν σκοπεῖ.

alforja.gif

Προμηθεὺς τοὺς ἀνθρώπους ἔπλασε καὶ δύο πῆρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων.

καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέρων ὄπισθεν ἀπήρτησεν.

ἐξ οὗ δὴ συνέβη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προσορᾶσθαι.

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.

πλάσσω = ποιέω

πήρα = σάκκος

ἀποκρεμάννυμι ~ παρέχω

ἀλλότριος ~ τῶν ἀλλῶν

ἴδιος ~ τοῦ ἑαυτοῦ

ὀθνεῖος = ἀλλότριος, τῶν ἀλλῶν

ἔμπροσθεν ὄπισθεν

ἀπαρτάω = ἀποκρεμάννυμι

ἐξ οὗ = διὰ τοῦτο

ἄποπτος = φανερός, δῆλος

κατοπτεύω ~ σκοπέω

προσ-οράω ~ βλέπω

πολυπράγμων = πολλὰ ποιεῖ

τυφλώττω = οὐκ ὁράω