Ο ΓΑΝΥΜΗΔΗΣ


ὁ Γανυμήδης καλὸς κοῦρος ἐστιν· ὁ κάλλιστος τῶν ἀνθρώπων ἐστι καὶ πάντες αὐτὸν θαυμάζουσιν· ἐγγὺς τῆς Τροίας οἰκεῖ· ὁ κοῦρος τὰ πρόβατα ἐν τοῖς λόφοις φυλάττει· ποιμήν ἐστι·

ὁ Ζεὺς ἀπὸ τοῦ Ὀλύμπου αὐτὸν βλέπει καὶ αὐτὸν φιλεῖ· ὁ θεὸς εἰς ἀετὸν μεταμορφοῖ· ἐκ τοῦ Ὀλύμπου εἰς τὸν λόφον καταβαίνει (πέτεται) καὶ αὐτὸν ταχέως ἁρπάζει· οἱ κῦνες ὑλάκτουσιν ἀλλὰ ὁ Γανυμήδης εἰς τὸν Ὄλυμπον ἀναβαίνει· ὁ Ζεὺς τὴν ἀθανασίαν τῷ ποιμένι παρέχει· ὁ Γανυμήδης οὐκ ἐστι θνητὸς ἀλλὰ ἀθάνατος· ὁ Γανυμήδης οὐκ ἐστι ἄνθρωπος ἀλλὰ θεός· ἐν τῷ Ὀλύμπῳ οἰκεῖ. ὁ Γανυμήδης οἰνόχοος τῶν θεῶν ἐστι.

 

ἀλλὰ ὁ πατὴρ τοῦ Γανυμήδου δυστυχής ἐστι· τὸ τέκνον φιλεῖ καὶ αὐτὸν οὐκ εὑρίσκει. ὁ Ζεὺς τοῦτο γιγνώσκει καὶ τὸν Ἑρμῆν εἰς τὴν Γῆν πέμπει. ὁ Ἑρμῆς καλοὺς ἵππους εἰς τὴν Γῆν φέρει καὶ τῷ πατρὶ τοῦ Γανυμήδους παρέχει. οἱ ἵπποι ἐπὶ τοῦ ὕδατος ταχέως τρέχουσιν. ὁ Ἑρμῆς αὐτῷ λεγει· «τὸ τέκνον σου ἐν τῷ Ὀλύμπῳ οίκεῖ· ἀθάνατός ἐστιν». ὁ πατὴρ καταλαμβάνει καὶ ἡσυχὸς μένει.

PASTOR.bmp

ὁ ποιμὴν καὶ τὰ πρόβατα

eagle-33121_640.png

ὁ ἀετός

perro-ladrando.jpg

ὁ κύων ὑλάκτει