H ΠΕΡΣΕΦΟΝΗ
ὁ Ζεὺς ἔχει ἀδελφούς τε καὶ ἀδελφάς. ὁ Ἅιδης καὶ ὁ Ποσειδῶν οἱ ἀδελφοὶ τοῦ Διός εἶσι. ἡ Ἧρα, ἡ Δημήτηρ καὶ ἡ Ἑστία αἱ ἀδελφαὶ τοῦ Διὸς εἶσιν. ἐν τῷ Ὀλύμπῳ οἱ θεοὶ οἰκοῦσιν ἀλλὰ οὐ πάντες· ὁ Ποσειδῶν ἐν τῇ θαλάσσῃ οἰκεῖ· ὁ Ποσειδῶν ὁ θεὸς τῆς θαλάσσης ἐστι. ὁ Ἅιδης ἐν τῷ Ὀλύμπῳ οὐκ οἰκεῖ ἀλλὰ ἐν τῷ κάτω κόσμῳ οἰκεῖ· ὁ Ἇιδης ὁ θεὸς τοῦ θανάτου καὶ τοῦ κάτω κόσμου ἐστι. ἡ Περσεφόνη καλὴ κόρη ἐστι. ἡ μήτηρ αὐτῇ ἡ Δημήτηρ ἐστι· ἡ Δημήτηρ θεὰ τῶν ἀγρῶν καὶ τῶν καρπῶν ἐστι. ὁ πατὴρ τῆς Περσεφόνης ὁ Ζεύς ἐστι, ὅς μέγιστος θεὸς ἐν τῷ Ὀλύμπῳ ἐστι· ἡ Περσεφόνη τέκνον τῶν θεῶν ἐστι. ἡ Περσεφόνη σὺν ταῖς φιλαῖς ἐν τῷ ἀγρῷ παίζει· αὐταὶ τὰ ἄνθη λαμβάνουσι· ἡ μὲν κόρη μάκαιρα ἐστι, αἱ δὲ φιλαὶ μάκαιραι εἶσιν. ὁ Ἇιδης τὴν Περσεφόνην καὶ τὰς φίλας βλέπει· ὁ θεὸς τὴν κόρην μάλα φιλεῖ καὶ ἐκ τοῦ κάτω κόσμου ἐκβαίνει· ὁ θεὸς πρὸς τὴν γῆν προσβαίνει καὶ τὴν κόρην κατὰ κράτος λαμβάνει· ὁ θεὸς εὶς τὸν κάτω κόσμον φέρει τὴν κόρην· ἀλλὰ ἡ μήτηρ τοῦτο ἀγνοεῖ. ἡ Δημήτηρ τὴν κόρην ζητεῖ· ἡ θεὰ περὶ τῶν ἀγρῶν βαίνει, ἐπὶ τῶν λόφων βαίνει, ἐγγὺς τῆς θαλάσσης βαίνει· ἡ θέα τὴν κόρην ζητεῖ ἀλλὰ αὐτὴν οὐκ εὑρίσκει· ἡ θεὰ μάλα δυστυχὴς ἐστι καὶ κλαίει· ἡ γῆ τοὺς καρποὺς οὐ παρέχει· σιτία οὐκ ἐστι, οἱ θεοὶ καὶ οἱ ἄνθρωποι ὀργίζουσι. ὁ Ἥλιος πάντα βλέπει καὶ λέγει ποῦ ἡ κόρη ἐστι. ὁ Ζεὺς κελεύει· «ἡ Περσεφόνη ἕξ μῆνας ἐπὶ τῆς γῆς οἰκεῖ καὶ ἕξ μῆνας ἐν τῷ κάτω κόσμῳ». ἐπεὶ ἐπὶ τῆς γῆς ἡ κόρη μένει, ἡ Δημήτηρ μάκαιρα ἐστι, ἡ γῆ τοὺς καρποὺς παρέχει καὶ τὸ ἔαρ ἤ ὁ θέρος ἐστίν· εἰ ἐν τῷ κάτω κὀσμῳ ἡ κόρη μένει, ἡ ὀπώρα ἤ ὁ χειμῶν ἐστίν. | ἡ Δημήτηρ τὸ ἄνθος λαμβάνει |