H ARAXNH
ἡ μὲν Ἀθηνᾶ θεά ἐστι καὶ σὺν τοῖς ἄλλοις θεοῖς ἐν τῷ Ὀλύμπῳ οἰκεῖ. ἡ δὲ Ἀθηνᾶ, ἥ τῆς σοφίας καὶ τῆς τεχνῆς θεά ἐστι, τοὺς δὲ σοφοὺς τε καὶ τοὺς ἐργάτας φυλάττει, πολλὰ δ᾽ αὐτοὺς διδάσκει. ἡ δ᾽ Ἀράχνη ἄνθρωπός ἐστι καὶ ἐν τῇ Λυδίᾳ οἰκεῖ. ἡ μὲν Λυδία μεγάλη χωρά ἐστιν, οὐκ ἐν τῇ Εὐρώπῃ ἀλλὰ ἐν τῇ Ἀσίᾳ ἐστιν. ἡ δὲ τῆς Ἀράχνης οἰκία οὐ μεγάλη ἀλλὰ μικρὰ καὶ καλή ἐστιν. ἐν τῇ μικρᾷ οἰκίᾳ ἡ Ἀράχνη καλοὺς πέπλους τε καὶ καλὰ ἱμάτια πλέκει. οἱ ἄνθρωποι ἐν τῇ Λυδίᾳ λέγουσιν· «ὡς καλῶς πλέκεις, ὦ Ἀράχνη, ὡς καλὰ τὰ ἱμάτια σου ἐστιν.» ἡ δ´ Ἀράχνη ἀποκρίνει· «χάριν ὑμῖν ἔχω, ὦ φίλoι. καλῶς πλέκω καὶ τὰ ἱμάτια ἇ πλέκω κάλλιστα ἐστιν. ἡ Ἀθηνᾶ οὐ πλέκει ὡς ἐγώ.» ἡ θεὰ ἐν τῷ Ὀλύμπῳ τῆς Ἀράχνης ἀκούει καὶ μάλα ὀργίζει. εἰς τὴν τῆς Ἀράχνης οἰκίαν Ὀλυμπόθεν καταβαίνει καὶ μέγα βοᾷ · «ὦ σύ, κατάρατε! πῶς τοσούτους λόγους λέγεις; τὴν τέχνην σε διδάσκω καὶ οὕτως ἀδικεῖς; ὡς ἁμαρτάνεις! ἆρα σύ πλέκεις καλῶς; βλέπε τοῦτο τὸ ἱμάτιον ἐν ᾧ τὰ καλὰ καὶ τἆγαθὰ τῶν θεῶν εἰσίν.» ἡ δ᾽ Ἀράχνη λέγει · «πάνυ γε, καλῶς πλέκω καὶ τὰ ἱμάτια ἇ πλέκω κάλλιστα ἐστι. βλέπε τοῦτο!» κάλλιστον ἱμάτιον παρέχει ἐν ᾧ τὰ αἰσχρὰ τῶν θεῶν ἐστιν. ἡ δὲ θεὰ μάλα ὀργίζει καὶ ἡ δ᾽ Ἀράχνη εἰς ἀράχνην μεταμορφοῖ, ἡ ἄνθρωπος εἰς ζῷον μεταμορφοῖ. ἡ δ᾽ Ἀθηνᾶ λέγει · «καλῶς ἵστια πλέκεις καὶ εἰς αἰεί.» | ὁ ἐργάτης = τὰ ἔργα ποιεῖ πέπλους καὶ τὰ ἱμάτια πλέκει χάριν ὑμῖν ἔχω = εὐχαριστῶ Ὀλυμπόθεν = ἐκ τοῦ Ὀλύμπου ἁμαρτάνω = κακῶς ποιῶ τἆγαθὰ = τὰ ἀγαθά πάνυ γε = μάλλιστα |